Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.34 Joseph. BJ 6.40 (English) >>Joseph. BJ 6.47

6.38αἰσχρὸν γὰρ Ῥωμαίους τε ὄντας καὶ στρατιώτας ἐμούς, καὶ διδακτὸν μὲν ἐν εἰρήνῃ τὸ πολεμεῖν, ἔθιμον δὲ ἐν πολέμῳ τὸ κρατεῖν ἔχοντας, ἡττᾶσθαι κατὰ χεῖρα Ἰουδαίων κατὰ ψυχήν, καὶ ταῦτα πρὸς τῷ τέλει τῆς νίκης καὶ συνεργουμένους ὑπὸ τοῦ θεοῦ. 6.39τὰ γὰρ ἡμέτερα πταίσματα τῆς Ἰουδαίων ἐστὶν ἀπονοίας, τὰ δʼ ἐκείνων πάθη ταῖς τε ὑμετέραις ἀρεταῖς καὶ ταῖς τοῦ θεοῦ συνεργίαις αὔξεται· 6.40στάσις γὰρ καὶ λιμὸς καὶ πολιορκία καὶ δίχα μηχανημάτων πίπτοντα τείχη τί ἂν ἀλλʼ θεοῦ μὲν εἴη μῆνις ἐκείνοις, βοήθεια δὲ ἡμετέρα; 6.41τὸ τοίνυν μὴ μόνον ἐλαττοῦσθαι χειρόνων, ἀλλὰ καὶ τὴν θείαν συμμαχίαν προδιδόναι πρὸς ἡμῶν οὐκ ἂν εἴη. 6.42πῶς δʼ οὐκ αἰσχρὸν Ἰουδαίους μέν, οἷς οὐ πολλὴν αἰσχύνην φέρει τὸ λείπεσθαι μαθοῦσι δουλεύειν, ὑπὲρ τοῦ μηκέτι τοῦτο πάσχειν θανάτου καταφρονεῖν καὶ πολλάκις εἰς μέσους ἡμᾶς ἐκτρέχειν, οὐκ ἐλπίδι τοῦ κρατήσειν ἀλλὰ διὰ ψιλὴν ἐπίδειξιν ἀνδρείας· 6.43ὑμᾶς δὲ τοὺς γῆς ὀλίγου δεῖν ἁπάσης καὶ θαλάσσης κρατοῦντας, οἷς καὶ τὸ μὴ νικᾶν ὄνειδος, μηδʼ ἅπαξ εἰς τοὺς πολεμίους παραβάλλεσθαι, 6.44περιμένειν δὲ τὸν λιμὸν κατʼ αὐτῶν καὶ τὴν τύχην ἀργοὺς καθεζομένους μετὰ τοιούτων ὅπλων, καὶ ταῦτα διʼ ὀλίγου τοῦ παραβόλου τὸ πᾶν κατορθῶσαι δυναμένους;


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.34 Joseph. BJ 6.40 (English) >>Joseph. BJ 6.47

Powered by PhiloLogic